Τώρα αναπαύτηκες στη χώρα των αγγέλων,
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος;
Ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος;
Πάντα σκιὰς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα.
Μία ῥοπὴ καὶ ταῦτα πάντα θάνατος διαδέχεται.
Ἀλλ’ ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῶ γλυκασμῶ τῆς σῆς ὡραιότητος, ἥν ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος.
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον.
Οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα.
Επελθῶν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται.
Διό, Χριστῷ τῶ ἀθανάτω Βασιλεῖ βοήσωμεν:
Τὴν μεταστάσαν ἐξ ἡμῶν Ασημίνα ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια;
Ποῦ ἐστιν ἡ των προσκαίρων φαντασία;
Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος;
Ποῦ ἐστι τῶν ἱκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος;
Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά.
Ἀλλὰ δεῦτε βοήσωμεν τῶ ἀθανάτω Βασιλεῖ: Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον τὴν μεταστάσαν ἐξ ἡμῶν Ασημίνα, ἀναπαύων αὐτήν ἐν τῇ ἀγήρω μακαριότητι.